Ἡ νέα πρόεδρος Πᾶρκ Γέουν Ἵη
Ἡ Πᾶρκ Γέουν Ἵη, ἑξήκοντα καὶ ἓν ἔτη γεγονυῖα, ἐγένετο προχθὲς ἡ πρώτη γυνὴ ἣ τὴν ἀρχὴν ἐν τῇ Νοτίᾳ Κορέᾳ κτᾶται, πρόεδρος δὲ ἔσται πέντε ἔτη. κατὰ τὸ ἔθος ἔξω τῆς Βουλῆς ὀμόσασα, πρὸ τοῦ δήμου ἠγόρευσεν (λέγεται ὅτι ἑπτακισμύριοι πολῖται ἐκεῖσε συνῆλθον ἵνα τὴν νέαν πρόεδρον ἴδοιεν), εἶπε δὲ ἄλλα τε καὶ περὶ τῆς Βορείας Κορέας, νομίζει γὰρ τὴν νέαν πυρηνικὴν πεῖραν ὑπὸ τῆς Βορείας Κορέας νεωστὶ ποιηθεῖσαν πρόκλησιν εἶναι, ὅμως δὲ τοῖς τῆς Βορείας Κορέας ἄρχουσι διαλέγεσθαι προύθηκεν ἐὰν τοιαύταις πείραις τέλος ἐπιθῶσιν. ἔπειτα δὲ περὶ τῆς οἰκονομίας εἶπεν (μέμνησθαι δεῖ τὴν Νοτίαν Κορέαν τετάρτην τῆς Ἀσίας οἰκονομίαν κατὰ τὸ μέγεθος οὖσαν), διεβεβαιώσατο δὲ ὅτι τὰς μὲν μεγάλας ἐπιχειρήσεις μειοῦν βούλοιτο, τὰς δὲ μικρὰς καὶ τὰς μέσας αὐξάνειν, ἄλλας τε καὶ τὰς τεχνολογικάς. ὁ Πᾶρκ Σοῦγγ Ἵε, πατὴρ τῆς νέας προέδρου, τῆς χώρας ἑπτακαίδεκα ἔτη ἦρχεν ἕως τῷ ἔτει 1979 ἀπέθανεν· νῦν δὲ τριάκοντα καὶ τριῶν ἐτῶν ἐξελθόντων, ἡ θυγάτηρ εἰς τὴν ἀρχὴν ἀφῖκται.
πηγή